Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.366 Joseph. AJ 8.372 (English) >>Joseph. AJ 8.377

8.370δοκοῦντα.” τὸ δὲ πλῆθος μὴ δεῖν ἀκούειν τῶν κατʼ αὐτὸν ἔλεγεν, ἀλλὰ καταφρονεῖν καὶ πρὸς τὸ πολεμεῖν ἑτοίμως ἔχειν. τοῖς οὖν πρεσβευταῖς ἀποκρινάμενος λέγειν ἀπελθοῦσιν, ὅτι τοῖς τὸ πρῶτον ἀξιωθεῖσιν ὑπʼ αὐτοῦ καὶ νῦν ἐμμένει τῆς τῶν πολιτῶν ἀσφαλείας ἕνεκα πρὸς δὲ τὴν δευτέραν ἀξίωσιν οὐχ ὑπακούει, ἀπέλυσεν αὐτούς. 8.371

δʼ Ἄδαδος ἀκούσας ταῦτα καὶ δυσχεράνας τρίτον ἔπεμψε πρὸς Ἄχαβον τοὺς πρέσβεις ἀπειλῶν ὑψηλότερον τῶν τειχῶν οἷς καταφρονεῖ χῶμα τούτοις ἐπεγείρειν αὐτοῦ τὴν στρατιὰν κατὰ δράκα λαμβάνουσαν, ἐμφανίζων αὐτῷ τῆς δυνάμεως τὸ πλῆθος καὶ καταπληττόμενος. 8.372τοῦ δʼ Ἀχάβου μὴ καυχᾶσθαι δεῖν ἀποκριναμένου καθωπλισμένον ἀλλὰ τῇ μάχῃ κρείττω γενόμενον, ἐλθόντες οἱ πρέσβεις καὶ δειπνοῦντα καταλαβόντες τὸν βασιλέα μετὰ τριάκοντα καὶ δύο βασιλέων συμμάχων ἐδήλωσαν αὐτῷ τὴν ἀπόκρισιν· δʼ εὐθέως τοῦτο προσέταξε καὶ περιχαρακοῦν τὴν πόλιν καὶ χώματα βάλλεσθαι καὶ μηδένα τρόπον ἀπολιπεῖν πολιορκίας. 8.373ἦν δʼ Ἄχαβος τούτων πραττομένων ἐν ἀγωνίᾳ δεινῇ σὺν παντὶ τῷ λαῷ· θαρρεῖ δὲ καὶ τῶν φόβων ἀπολύεται προφήτου τινὸς αὐτῷ προσελθόντος καὶ φήσαντος αὐτῷ τὸν θεὸν ὑπισχνεῖσθαι ποιήσειν τὰς τοσαύτας τῶν πολεμίων μυριάδας ὑποχειρίους. 8.374πυθομένῳ δέ, διὰ τίνων ἂν νίκη γένοιτο, “διὰ τῶν παίδων, εἶπε, τῶν ἡγεμόνων ἡγουμένου σοῦ διὰ τὴν ἀπειρίαν ἐκείνων.” καλέσαντος δὲ τοὺς τῶν ἡγεμόνων υἱούς, εὑρέθησαν δʼ ὡς διακόσιοι καὶ τριακονταδύο, μαθὼν τὸν Σύρον πρὸς εὐωχίαν καὶ ἄνεσιν τετραμμένον ἀνοίξας τὰς πύλας ἐξέπεμψε τοὺς παῖδας.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.366 Joseph. AJ 8.372 (English) >>Joseph. AJ 8.377

Powered by PhiloLogic